meleager
νᾶσος ἐμὰ θρέπτειρα Τύρος: πάτρα δέ με τεκνοῖ
Ἀτθὶς ἐν Ἀσσυρίοις ναιομένα, Γάδαρα:
Εὐκράτεω δ᾽ ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγρος
πρῶτα Μενιππείοις συντροχάσας Χάρισιν.
εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμον
ναίομεν: ἓν Θνατοὺς πάντας ἔτικτε Χάος.
πουλυετὴς δ᾽ ἐχάραξα. τάδ᾽ ἐν δέλτοισι πρὸ τύμβου:
γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω.
ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην προτιειπὼν
χαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον, [p. 226]