erycius
οὐχ ὅδε δειλαίου Σατύρου τάφος, οὐδ᾽ ὑπὸ ταύτῃ,
ὡς λόγος, εὔνηται πυρκαϊῇ Σάτυρος:
ἀλλ᾽ εἲ πού τινα πόντον ἀκούετε, πικρὸν ἐκεῖνον,
τὸν πέλας αἰγονόμου κλυζόμενον Μυκάλας,
κείνῳ δινήεντι καὶ ἀτρυγέτῳ ἔτι κεῖμαι
ὕδατι, μαινομένῳ μεμφόμενος Βορέῃ. [p. 214]