marcus argentarius
οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος, ὃν βαθὺ χεῦμα
ἔσφηλεν Λιβυκῶν ἐνδρομέοντα πόρων,
συρμὸς ὅτ᾽ Ὠρίωνος ἀνεστρώφησε θαλάσσης
βένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης.
καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες,
κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε.