philippus
ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησας
Ἴλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος,
καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε,
πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλον
Ἴλιον ἢν ἐσίδῃ γὰρ ἀπ᾽ ἀκρεμόνων κορυφαίων,
καρφοῦται, πετάλων κόσμον ἀναινόμενα.
θυμὸν ἐπὶ Τροίῃ πόσον ἔζεσας, ἡνίκα τὴν σὴν
σῴζει καὶ στελέχη μῆνιν ἐπ᾽ ἀντιπάλους.