crinagoras
εἰ καὶ τὸ σῆμα λυγδίνης ἀπὸ πλακὸς
καὶ ξεστὸν ὀρθῇ λαοτέκτονος στάθμῃ,
οὐκ ἀνδρὸς ἐσθλοῦ. μὴ λίθῳ τεκμαίρεο, [p. 204]
ὦ λῷστε, τὸν θανόντα. κωφὸν ἡ λίθος,
τῇ καὶ ζοφώδης ἀμφιέννυται νέκυς.
κεῖται δὲ τῇδε τὠλιγηπελὲς ῥάκος
Εὐνικίδαο, σήπεται δ᾽ ὑπὸ σποδῷ.