crinagoras
δείλαιοι, τί κεναῖσιν ἀλώμεθα θαρσήσαντες
ἐλπίσιν, ἀτηροῦ ληθόμενοι θανάτου;
ἦν ὅδε καὶ μύθοισι καὶ ἤθεσι πάντα Σέλευκος
ἄρτιος, ἀλλ᾽ ἥβης βαιὸν ἐπαυρόμενος,
ὑστατίοις ἐν Ἴβηρσι, τόσον δίχα τηλόθι Λέσβου,
κεῖται ἀμετρήτων ξεῖνος ἐπ᾽ αἰγιαλῶν.