anonymi epigrammatici
῾ Τετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλου
ἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτει
Ζηνοδότου: ψυχὴ δὲ κατ᾽ οὐρανόν, ᾗχί περ Ὀρφεύς,
ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν.
ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος,
κύδιμος, ἀρτιεπής, θεοείκελος: ἐν δ᾽ ἄρα μύθοις
Σωκράτεος μίμημα παρ᾽ Αὐσονίοισιν ἐτύχθη:
παισὶ δὲ καλλείψας πατρώϊον αἴσιον ὄλβον,
ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγος
εὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις.