anonymi epigrammatici
εὑρέθη ἐν Κυζίκῳνηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας
εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;
ἢ ἵνα λυπήσῃς δι᾽ ἐμὴν βιότοιο τελευτὴν
μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,
ἥ μ᾽ ἔτεχ᾽, ἥ μ᾽ ἀτίτηλε, καὶ ἣ πολὺ μείζονα πατρὸς
φροντίδα παιδείης ἤνυσεν ἡμετέρης;
ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι
κάλλιπεν: ἡ δ᾽ ἐπ᾽ ἐμοὶ πάντας ἔτλη καμάτους.
ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ᾽ ἁγνῶν ἡγεμονήων
ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίας:
ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος
ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας: [p. 180]
οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε,
δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης,
τῆς πολυθρηνήτου: λυπεῖ δέ με καὶ τεθνεῶτα
μητρὸς Πωλίττης πένθος ἀεξόμενον,
Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα
ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.