anonymi epigrammatici
εἰς Ὤρακα ἐν Φρυγίᾳτύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φρούρης,
ἄξιον ἡμετέρης εὐσεβίης στέφανον:
λείπω δ᾽ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων,
πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης.
μουνόγαμος θνῄσκω, δέκα δ᾽ ἐν ζωοῖσιν ἔτι ζῶ,
νυμφικὸν εὐτεκνίης καρπὸν ἀειραμένη. [p. 178]