dioscorides
Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπ᾽ ἔσχατον ὀστεῦν,
κώμου καὶ πάσης κοίρανε παννυχίδος, [p. 22]
τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ πὶ Βαθύλλῳ
χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας,
αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἀκρήτου,
κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου;
αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος,
κῆποι, καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ:
ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς,
βεβληκὼς χρυσέην χεῖρας ἐπ᾽ Εὐρυπύλην.