simonides
οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω, [p. 18]
ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ᾽ Ἐρώτων,
τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
μοῦνος δ᾽ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων
ἠέλιον, Λήθης ἐνθάδ᾽ ἔκυρσε δόμων
ἀλλ᾽ ὅτι τὸν χαρίεντα μετ᾽ ἠιθέοισι Μεγιστέα,
καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
μολπῆς δ᾽ οὐ λήγει μελιτερπέος, ἀλλ᾽ ἔτ᾽ ἐκεῖνον
βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.