antipater
μυρία σοι, Πτολεμαῖε, πατήρ ἔπι, μυρία μάτηρ
τειρομένα θαλεροὺς ᾐκίσατο πλοκάμους:
πολλὰ τιθηνητήρ ὀλοφύρατο, χερσὶν ἀμήσας
ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν. [p. 136]
ἁ μεγάλα δ᾽ Αἴγυπτος ἑὰν ὠλόψατο χαίταν,
καὶ πλατὺς Εὐρώπας ἐστονάχησε δόμος.
καὶ δ᾽ αὐτὰ διὰ πένθος ἀμαυρωθεῖσα Σελάνα
ἄστρα καὶ οὐρανίας ἀτραπιτοὺς ἔλιπεν.
ὤλεο γὰρ διὰ λοιμὸν ὅλας θοινήτορα χέρσου,
πρὶν πατέρων νεαρᾷ σκᾶπτρον ἑλεῖν παλάμᾳ:
οὐ δέ σε νὺξ ἐκ νυκτὸς ἐδέξατο: δὴ γὰρ ἄνακτας
τοίους οὐκ Ἀίδας, Ζεὺς δ᾽ ἐς Ὄλυμπον ἄγει.