simmias
ἠρέμ᾽ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ
ἑρπύζοις, χλοεροὺς ἐκπροχέων πλοκάμους,
καὶ πέταλον πάντῃ θάλλοι ῥόδου, ἥ τε φιλορρὼξ
ἄμπελος, ὑγρὰ πέριξ κλήματα χευαμένη,
εἵνεκεν εὐεπίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς
ἤσκης1᾽ ἐκ Μουσέων ἄμμιγα καὶ Χαρίτων. [p. 16]