anyte
οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν
αὐχέν᾽ ἀναρρίψω βυσσόθεν ὀρνύμενος,
οὐδὲ περὶ † σκαλάμοισι νεὼς περικαλλέα χείλη
ποιφύσσω, τἀμᾷ τερπόμενος προτομᾷ:
ἀλλά με πορφυρέα πόντου νοτὶς ὦς1᾽ ἐπὶ χέρσον,
κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρ᾽ ἠιόνα.