antipater
.ἄρτι νεηγενέων σε, χελιδονί, μητέρα τέκνων,
ἄρτι σε θάλπουσαν παῖδας ὑπὸ πτέρυγι,
ἀίξας ἔντοσθε νεοσσοκόμοιο καλιῆς
νόσφισεν ὠδίνων τετραέλικτος ὄφις,
καὶ σὲ κινυρομέναν ὁπότ᾽ ἀθρόος ἦλθε δαΐζων,
ἤριπεν ἐσχαρίου λάβρον ἐπ᾽ ἄσθμα πυρός.
ὡς θάνεν ἠλιτοεργός: ἴδ᾽ ὡς Ἥφαιστος ἀμύντωρ
τὰν ἀπ᾽ Ἐριχθονίου παιδὸς ἔσωσε γονάν.