apollonides
ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο,
δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφον
ἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον,
ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω:
ἀμφὶς ^ ἔμ᾽ ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖν
ἔστ᾽ Ἀίδης: ζήσω τὸν σὸν ὑπ᾽ ἠέλιον.