antipater
ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων
σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον,
ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων,
Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος: καὶ μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα
σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον
ἠελίου χήρωσεν ἴδ᾽ ὡς τὰ κατ᾽ αἰθέρα λεύσσων
τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον.