antipater
‘ εὐχέσθω τις ἔπειτα γυνὴ τόκον,’ εἶπε Πολυξώ,
γαστέρ᾽ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων
μαίης δ᾽ ἐν παλάμῃσι χύθη νέκυς: οἱ δ᾽ ἐπὶ γαῖαν
ὤλισθον κοίλων ἄρρενες ἐκ λαγόνων,
μητέρος ἐκ νεκρῆς ζωὸς γόνος: εἷς ἄρα δαίμων
τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δ᾽ ἔπορεν.