archias
1 εἰπὲ γύναι τίς ἔφυς. 2 Πρηξώ. 3 τίνος ἔπλεο πατρός ;
4 Καλλιτέλευς. 5 πάτρας δ᾽ ἐκ τίνος ἐσσί; 6 Σάμου.
7 μνᾶμα δέ σου τίς ἔτευξε; 8 θεόκριτος, ὅς με σύνευνον
ἤγετο. 9 πῶς δ᾽ ἐδάμης; β. ἄλγεσιν ἐν λοχίοις.
10 εἰν ἔτεσιν τίσιν εὖσα; 11 δὶς ἕνδεκα. 12 παῖδα δὲ λείπεις ;
13 νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων.
14 ζωῆς τέρμαθ᾽ ἵκοιτο μετ᾽ ἀνδράσι. 15 καὶ σέο δοίη
παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.