antipater
1 φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. 2 Καλλιτέλης μὲν
ὁ σπείρας, Πρηξὼ δ᾽ οὔνομα, γῆ δὲ Σάμος.
3 σῆμα δὲ τίς τόδ᾽ ἔχωσε ; 4 Θεόκριτος, ὁ πρὶν ἄθικτα
ἡμετέρας λύσας ἅμματα παρθενίης.
5 πῶς δ᾽ ἔθανες; 6 Λοχίοισιν ἐν ἄλγεσιν: 7 εἰπὲ δὲ ποίην
ἦλθες ἐς ἡλικίην. 8 Δισσάκις ἑνδεκέτις.
9 ἦ καὶ ἄπαις; 10 οὐ, ξεῖνε: λέλοιπα γὰρ ἐν νεότητι
Καλλιτέλη, τριετῆ παῖδ᾽ ἔτι νηπίαχον.
11 ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. 12 καὶ σόν, ὁδῖτα,
οὔριον ἰθύνοι πάντα Τύχη βίοτον. [p. 94]