dioscorides
Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς
πῦρ ἐπ᾽ ἐμοί: Πέρσης εἰμὶ καὶ ἐκ πατέρων,
Πέρσης αὐθιγενής, ναὶ δέσποτα: πῦρ δὲ μιῆναι
ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου.
ἀλλὰ περιστείλας με δίδου χθονί: μηδ᾽ ἐπὶ νεκρῷ
λουτρὰ χέῃς: σέβομαι, δέσποτα, καὶ ποταμούς, [p. 92]