quintus maecius
ἀκταίης νησῖδος ἁλιξάντοισι, Πρίηπε,
χοιράσι καὶ τρηχεῖ τερπόμενε σκοπέλῳ,
σοὶ Πάρις ὀστρακόδερμον ὑπ᾽ εὐθήροισι δαμέντα
ὁ γριπεὺς καλάμοις κάραβον ἐκρέμασεν.
σάρκα μὲν ἔμπυρον αὐτὸς ὑφ᾽ ἡμίβρωτον ὀδόντα
θεὶς μάκαρ, αὐτὸ δὲ σοὶ τοῦτο πόρε σκύβαλον.
τῷ σὺ δίδου μὴ πολλά, δι᾽ εὐάγρου δὲ λίνοιο,
δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.