philippus
Δούνακας ἀκροδέτους, καὶ τὴν ἁλινηχέα κώπην,
γυρῶν τ᾽ ἀγκίστρων λαιμοδακεῖς ἀκίδας,
καὶ λίνον ἀκρομόλιβδον, ἀπαγγελτῆρά τε κύρτου
φελλόν, καὶ δισσὰς σχοινοπλεκεῖς σπυρίδας,
καὶ τὸν ἐγερσιφαῆ πυρὸς ἔγκυον ἔμφλογα πέτρον,
ἄγκυράν τε, νεῶν πλαζομένων παγίδα.
Πείσων ὁ γριπεὺς Ἑρμῇ πόρεν, ἔντρομος ἤδη
δεξιτερήν, πολλοῖς βριθόμενος καμάτοις.