paulus silentiarius
τὸν χαλκοῦν τέττιγα Λυκωρέϊ Λοκρὸς ἀνάπτει
Εὔνομος, ἀθλοσύνας μνᾶμα φιλοστεφάνου.
ἦν γὰρ ἀγὼν φόρμιγγος: ὁ δ᾽ ἀντίος ἵστατο Πάρθις:
ἀλλ᾽ ὅκα δὴ πλάκτρῳ Λοκρὶς ἔκρεξε χέλυς,
βραγχὸν τετριγυῖα λύρας ἀπεκόμπασε χορδά:
πρὶν δὲ μέλος σκάζειν εὔποδος ἁρμονίας,
ἁβρὸν ἐπιτρύζων κιθάρας ὕπερ ἕζετο τέττιξ,
καὶ τὸν ἀποιχομένου φθόγγον ὑπῆλθε μίτου,
τὰν δὲ πάρος λαλαγεῦσαν ἐν ἄλσεσιν ἀγρότιν ἀχὼ
πρὸς νόμον ἁμετέρας τρέψε λυροκτυπίας,
τῷ σε, μάκαρ Λητῷε, τεῷ τέττιγι γεραίρει,
χάλκεον ἱδρύσας ᾠδὸν ὑπὲρ κιθάρας.