leonidas
πήρην, κάδέψητον ἀπεσκληρυμμένον αἰγὸς
στέρφος, καὶ βάκτρον τοῦτὸ γ᾽ ὁδοιπορικόν,
κὤλπαν ἀστλέγγιστον, ἀχάλκωτόν τε κυνοῦχον,
καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον
ταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνον
σκῦλ᾽ ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν, [p. 460]