diotimus
φωσφόρος ὦ σώτειρ᾽, ἐπὶ Πόλλιδος ἕσταθι κλήρων,
Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου,
αὐτῷ καὶ γενεῇ τόπερ εὐμαρές: οὐ γὰρ ἀφαυρῶς
ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.
ἄλσος δ᾽,Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις
εἴη ἐπ᾽ ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν,