erycius
τοῦτο Σάων τὸ δίπαχυ κόλον κέρας Ὡμβρακιώτας
βουμολγὸς ταύρου κλάσσεν ἀτιμαγέλου,
οππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας
ἐξερέων ποταμοῦ φράσσατ᾽ ἐπ᾽ ἀιόνι
ψυχόμενον χηλάς τε καὶ ἰξύας: αὐτὰρ ὃ βούτεω
ἀντίος ἐκ πλαγίων ἵεθ᾽
ὁ δὲ ῥοπάλῳ
γυρὸν ἀπεκράνιξε βοὸς κέρας, ἐκ δέ μιν αὐτᾶς
ἀχράδος εὐμύκῳ πᾶξε παρὰ κλισίᾳ. .