philippus
Λευκάδος: αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον,
Φοῖβε, τὸν Ἰονίῳ λουόμενον πελάγει,
δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα,
καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι, [p. 434]
καὶ βραχυφεγγίτου λύχνου σέλας ἐκ βιοφειδοῦς
ὄλπης ἡμιμεθεῖ πινόμενον στόματι:
ἀνθ᾽ ὧν ἱλήκοις, ἐπὶ δ᾽ ἱστία πέμψον ἀήτην
οὔριον Ἀκτιακοὺς σύνδρομον εἰς λιμένας.