crinagoras
ἠοῖ ἐπ᾽ εὐκταίῃ τάδε ῥέζομεν ἱρὰ τελείῳ
Ζηνὶ καὶ ὠδίνων μειλίχῳ Ἀρτέμιδι.
τοῖσι γὰρ οὑμὸς ὅμαιμος ἔτ᾽ ἄχνοος εὔξατο θήσειν
τὸ πρῶτον γενύων ἠιθέοισιν ἔαρ.
δαίμονες ἀλλὰ δέχοισθε καὶ αὐτίκα τῶνδ᾽ ἀπ᾽ ἰούλων
Εὐκλείδην πολιῆς ἄχρις ἄγοιτε τριχός.