antistius
ἐνδυτὰ καὶ πλοκάμους τούτους θέτο Γάλλος ὀρείῃ
μητρὶ θεῶν, τοίης εἵνεκα συντυχίης.
μούνῳ οἱ στείχοντι λέων ἄντασε καθ᾽ ὕλαν
ἀργαλέος, ζωᾶς δ᾽ ἆθλος ἐπεκρέματο.
ἀλλὰ θεὴ Γάλλῳ μὲν ἐπὶ φρένας ἧκεν ἀράξαι
τύμπανον: ὠμηστὰν δ᾽ ἔτραπε φυζαλέον,
φθόγγον ὑποδδείσαντα πελώριον εἵνεκα τοῦδε
πλοχμοὶ συρικτᾶν κεῖνται ἀπ᾽ ἀκρεμόνων. [p. 426]