antiphilus
Εἰνοδίη, σοὶ τόνδε φίλης ἀνεθήκατο κόρσης
πῖλον, ὁδοιπορίης σύμβολον, Ἀντίφιλος:
ἦσθα γὰρ εὐχωλῇσι κατήκοος, ἦσθα κελεύθοις
ἵλαος: οὐ πολλὴ δ᾽ ἡ χάρις, ἀλλ᾽ ὁσίη.
μὴ δέ τις ἡμετέρου μάρψῃ χερὶ μάργος ὁδίτης
ἀνθέματος: συλᾶν ἀσφαλὲς οὐδ᾽ ὀλίγα. [p. 402]