antipater
ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλους
κειράμενος, γενύων ἄρσενας ἀγλαΐας,
Φοίβῳ θῆκε Λύκῶν, πρῶτον γέρας: εὔξατο δ᾽ οὕτως
καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων.
τοίην ἀλλ᾽ ἐπίνευε, τίθει δέ μιν, ὡς πρό γε τοῖον,
ὣς αὖτις πολιῷ γήραϊ νιφόμενον.