archias
ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ
λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν,
καὶ γαμψὸν Χαίτῃσιν ἐφ᾽ ἱππείῃσι πεδηθὲν
ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,
καὶ δόνακα τριτάνυστον, ἀβάπτιστόν τε καθ᾽ ὕδωρ
φελλόν, ἀεὶ κρυφίων σῆμα λαχόντα βόλων:
οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας, οὐδ᾽ ἐπιαύει
ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.