gaetulicus i
λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο
λιτὰ τάδ᾽ ἐκ λιτοῦ δῶρα Λεωνίδεω:
πεντάδα τὴν σταφυλῆς εὐρώγεα, καὶ μελιηδὲς
πρώιον εὐφύλλων σῦκον ἀπ᾽ ἀκρεμόνων,
καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην,
καὶ ψαιστῶν ὀλίγον δρᾶγμα πενιχραλέων,
καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θυέεσσιν ὀπηδόν,
τὴν κύλικος βαιῷ πυθμένι κευθομένην.
εἰ δ᾽, ὥς εὑ βαρύγυιον ἀπώσαο νοῦσον, ἐλάσσεις καὶ πενίην, δώσω πιαλέον χίμαρον.