Julius diocles
δίκτυα σοὶ τάδε, Πάν, ἀνεθήκαμεν οἶκος ἀδελφῶν
οἱ τρεῖς, ἐξ ὀρέων, ἠέρος, ἐκ πελάγευς.
δικτυβόλει τούτῳ δὲ παρ᾽ ἠιόνων κροκάλαισιν:
θηροβόλει τούτῳ δ᾽ ἄγκεσι θηροτόκοις:
τὸν τρίτον ἐν πτηνοῖσιν ἐπίβλεπε: τῆς γὰρ ἁπάντων,
δαῖμον, ἔχεις ἡμέων δῶρα λινοστασίας.