archias
ταῦτά σοι ἔκ τ᾽ ὀρέων, ἔκ τ᾽ αἰθέρος, ἔκ τε θαλάσσης
τρεῖς γνωτοὶ τέχνης σύμβολα, Πάν, ἔθεσαν
ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης
οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων
οἷς ἅμα χερσαίαισιν, ἅμ᾽ ἠερίαισιν ἐν ἄγραις,
Ἀγρεῦ, ἅμ᾽ ἐν πλωταῖς, ὡς πρίν ἀρωγὸς ἴθι.