leonidas
οὐ μόνον ὑψηλοῖς ἐπὶ δένδρεσιν οἶδα καθίζων
ἀείδειν, ζαθερεῖ καύματι θαλπόμενος,
προίκιος ἀνθρώποισι κελευθίτῃσιν ἀοιδός,
θηλείης ἔρσης ἰκμάδα γευόμενος:
ἀλλὰ καὶ εὐπήληκος Ἀθηναίης ἐπὶ δουρὶ
τὸν τέττιγ᾽ ὄψει μ᾽, ὦνερ, ἐφεζόμενον.
ὅσσον γὰρ Μούσαις ἐστέργμεθα, τόσσον Ἀθήνη
ἐξ ἡμέων ἡ γὰρ παρθένος αὐλοθέτει.