antipater
τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον,
τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίας,
Δαρδανέων ὀλετήρ, ὁ κεραύνιος εἷλε Φίλιππος,
πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι:
καὶ τάδε σοὶ βριαρᾶς, Ἡράκλεες, οὐ δίχα βύρσας
θῆκεν, ἀμαιμακέτου κρατὸς ἔρεισμα, κέρα.
σᾶς τοι ὅδ᾽ ἐκ ῥίζας ἀναδέδρομεν οὒ οἱ ἀεικὲς
πατρῴου ζαλοῦν ἔργα βοοκτασίας. [p. 362]