philippus
Ὑλησκόπῳ με Πανὶ θηρευτὴς Γέλων
ἔθηκε λόγχην, ἧς ἀπέθρισε χρόνος
ἀκμὴν ἐν ἔργῳ, καὶ λίνων πολυστρόφων
γεραιὰ τρύχη, καὶ πάγας δεραγχέας,
νευροπλεκεῖς τε κνωδάλων ἐπισφύρους
ὠκεῖς ποδίστρας, καὶ τραχηλοδεσπότας
κλοιοὺς κυνούχους: γυῖα γὰρ δαμεὶς χρόνῳ
ἀπεῖπεν ἤδη τὴν ὀρεινόμον πλάνην.