rufinus
πυγὰς αὐτὸς ἔκρινα τριῶν εἵλοντο γὰρ᾽ αὐταὶ,
δείξασαι γυμνὴν ἀστεροπὴν μελέων.
καὶ ῥ᾽ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις
λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ: [p. 146]
τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σάρξ,.
πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη:
ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ,
αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη.
εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς,
οὐκέτ᾽ ἂν οὐδ᾽ ἐσιδεῖν ἤθελε τὰς προτέρας.