antipater
χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε
πρόσθεν: παντοίη δ᾽ ἡ Κυθέρεια τανῦν,
καὶ χρυσοῦν τίει, καὶ χάλκεον ἄνδρ᾽ ἐφίλησεν,
καὶ τοὺς ἀργυρέους οὔ ποτ᾽ ἀποστρέφεται.
Νέστωρ ἡ Παφίη. δοκέω δ᾽ ὅτι καὶ Δανάῃ Ζεὺς
οὐ χρυσός, χρυσοῦς δ᾽ ἦλθε φέρων ἑκατόν.