agathias scholasticus
Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν
ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.
τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης
ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ,
παίγνιὰ τ᾽ ἀμφιέπουσι παρήγορα, καὶ κατ᾽ ἀγυιὰς
πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι
ἡμῖν δ᾽ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις
κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι. 1