paulus silentiarius
μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων
πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη: [p. 254]
ψυχὴ δ᾽ ἐξ ἀδάμαντος ἀπειθέος: ἄχρι γὰρ οἴων
ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης.
καὶ τίς ὑποτλαίη; τάχα τις τάχα τοῦτο ταλάσσας
δίψαν Τανταλέην τλήσεται εὐμαρέως.