macedonius ii
τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου
εἶχον, ἐπισφίγξας πήχεσιν ἡμετέροις. [p. 252]
πείθετό μοι ξύμπαντα, καὶ οὐκ ἀλέγιζεν, ἐμεῖο
κύπριδι παντοίῃ σώματος ἁπτομένου:
ἀλλὰ βαρύζηλός τις Ἔρως καὶ νύκτα λοχήσας
ἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας.
ὧδέ μοι οὐδ᾽ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις
ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.