posidippus
σῇ, Παφίη Κυθέρεια, παρ᾽ ᾐόνι εἶδε Κλέανδρος
Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην:
καιόμενος δ᾽ ὑπ᾽ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ
ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.
χὠ μὲν ἐναυάγει γαίης ἔπι: τὴν δέ, θαλάσσης
ψαύουσαν, πρηεῖς εἴχοσαν αἰγιαλοί.
νῦν δ᾽ ἴσος ἀμφοτέροις φιλίης πόθος οὐκ ἀτελεῖς γὰρ
εὐχαί, τὰς κείνης εὔξατ᾽ ἐπ᾽ ἠιόνος.