meleager
τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα
βάλλει, καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ; [p. 216]
οὐ μάτηρ στέργει μὲν Ἄρη γαμέτις δὲ τέτυκται
Ἁφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσιν;
ματρὸς δ᾽ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα
τραχὺ βοᾷ; γενέτας δ᾽ οὔτε τις οὔτε τινός.
τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα. κύμασι δ᾽ ὀργὰν
στέρξεν ἴσαν, Ἄρεως δ᾽ αἱματόφυρτα βέλη.