automedon
τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις
σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων, [p. 190]
αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται, οὐδ᾽ ὅτι βάλλει
τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας:
ἀλλ᾽ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι
οἶδε, καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.
γλωττίζει, κνίζει, περιλαμβάνει: ἢν δ᾽ ἐπιρίψῃ
τὸ σκέλος, ἐξ ᾄδου τὴν κορύνην ἀνάγει.