marcus argentarius
ἠράσθης πλουτῶν, Σωσίκρατες: ἀλλὰ πένης ὢν
οὐκέτ᾽ ἐρᾷς: λιμὸς φάρμακον οἷον ἔχει. [p. 182]
ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν
Μηνοφίλα, νῦν σου τοὔνομα πυνθάνεται,
‘ τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πτόλις;’ ἦ μόλις ἔγνως
τοῦτ᾽ ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.