philodemus
ἠράσθην τίς δ᾽ οὐχί; κεκώμακα: τίς δ᾽ ἀμύητος
κώμων; ἀλλ᾽ ἐμάνην ἐκ τίνος; οὐχὶ θεοῦ;
ἐρρίφθω: πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης
θρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης.
καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν ἡνίκα καὶ νῦν
οὐκέτι, λωϊτέρης φροντίδος ἁψόμεθα.