anonymi epigrammatici
εἲ μοί τις μέμφοιτο, δαείς ὅτι λάτρις Ἔρωτος
φοιτῶ, θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων,
εἰδείη καὶ Ζῆνα, καὶ Ἄϊδα, τόν τε θαλάσσης
σκηπτοῦχον, μαλερῶν δοῦλον ἐόντα Πόθων,
εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δ᾽ ἐνέπουσιν ἕπεσθαι
ἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ;